Wednesday, February 15, 2012

Προς Πλουτούντας.





«... Τὶ ἀποκριθήση τῷ κριτῇ ὁ τοὺς τοίχους ἀμφιεννύς, ἄνθρωπον οὐκ ἐνδύεις; ὁ τοὺς ἵππους κοσμῶν, τὸν ἀδελφὸν ἀσχημονοῦντα περιορᾷς; ὁ κατασήπων τὸν σῖτον, τοὺς πεινῶντας οὐ τρέφεις; ὁ τὸν χρυσὸν κατορύσσων, τοῦ
ἀγχομένου καταφρονεῖς;
Ἐὰν δὲ δὴ καὶ γυνὴ φιλόπλουτος συνοικῆ, διπλασίων ἡ νόσος• τὰς τε γὰρ τρυφὰς ἀναφλέγει,καὶ τὰς φιληδονίας συναύξει, καὶ κέντρα ταῖς περιέργοις ἐπιθυμίαις ἐνίησι, λίθους τινὰς ἐπινοοῦσα, μαργαρίτας καὶ σμαράγδους καὶ ὑακίνθους, καὶ χρυσόν, τὸν μὲν χαλκεύουσα, τὸν δὲ ἐξυφαίνουσα, καὶ διὰ πάσης ἀπειροκαλίας τὴν νόσον αὔξουσα.
Οὐ γὰρ ἐκ παρέργου ἡ περὶ ταῦτα σπουδή, ἀλλὰ καὶ νύκτες καὶ ἡμέραι τὰς περὶ τούτων μερίμνας ἔχουσι. Καὶ μυρίοι τινὲς κόλακες, ταῖς ἐπιθυμίαις αὐτῶν
ὑποτρέχοντες, συνάγουσι τοὺς ἀνθοβαφεῖς, τοὺς χρυσοχόους, τοὺς μυρεψούς, τοὺς ὑφάντας, τοὺς ποικιλτάς. Οὐδένα χρόνον ἀναπνεῖν δίδωσι τῷ ἀνδρὶ ἐκ τῶν συνεχῶν αὐτῆς
ἐπιταγμάτων. Οὐδεὶς ἐξαρκεῖ πλοῦτος ταῖς γυναικείαις ἐπιθυμίαις ὑπηρετούμενος, οὐδ’ ἂν ἐκ ποταμῶν ἐπιρρέῃ...
Ἕως πότε χρυσός, τῶν ψυχῶν ἡ ἀγχόνη, τὸ τοῦ θανάτου ἄγκιστρον, τὸ τῆς ἁμαρτίας δέλεαρ;
Ἕως πότε πλοῦτος,ἡ τοῦ πολέμου ὑπόθεσις, δι’ ὃν χαλκεύεται ὅπλα, δι’ ὃν ἀκονᾶται ξίφη; Διὰ τοῦτον συγγενεῖς ἀγνοοῦσι φύσιν,ἀδελφοὶ κατ’ ἀλλήλων φονικὸν βλέπουσι• διὰ τὸν πλοῦτον αἱ ἐρημίαι τοὺς φονευτὰς τρέφουσιν, ἡ θάλασσα τοὺς καταποντιστάς, αἱ πόλεις τοὺς συκοφάντας. Τίς ἐστιν ὁ ψεύδους πατήρ; τίς ὁ πλαστογραφίας δημιουργός; τίς ὁ τὴν ἐπιορκίαν γεννήσας;
Οὐχ ὁ πλοῦτος;
οὐχ ἡ περὶ τοῦτον σπουδή;
Τί πάσχετε, ἄνθρωποι; τίς ὑμῖν τὰ ὑμέτερα εἰς τὴν καθ’ ὑμῶν ἐπιβουλὴν περιέτρεψε;
Συνεργία πρὸς τῷ ζῆν. Μὴ γὰρ ἐφόδια κακῶν ἐδόθη τὰ χρήματα; Λύτρον ψυχῆς. Μὴ γὰρ ἀφορμὴ ἀπωλείας;
Ἀλλ’ ἀναγκαῖος ὁ πλοῦτος διὰ τοὺς παῖδας. Εὐπρόσωπος ἀφορμὴ πλεονεξίας αὕτη• τοὺς γὰρ παῖδας προβάλλεσθε, τὴν δὲ καρδίαν πληροφορεῖτε. Μὴν αἰτιῶ τὸν ἀναίτιον• ἴδιον ἔχει οἰκονόμον• παρ’ ἄλλου τὴν ζωὴν ἐδέξατο, παρ’ αὐτοῦ τὰς ἀφορμὰς ἀναμένει τοῦ βίου. Μὴ τοῖς γεγαμηκόσιν οὐκ ἐγράφη τὰ εὐαγγέλια. Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς;"

Βασίλειος Καισαρείας, ο Μέγας.
(Ε.Π.Μ. 31, 288-300).



....Εαν ο Marx είχε προσέξει λίγο το Λόγο της δικής μας Ανατολής, τότε τα πράγματα θα ήταν πολύ διαφορετικά.

No comments: